Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.542 | Joseph. BJ 5.549 (English) | >>Joseph. BJ 5.554 |
5.546ἀλλὰ γὰρ οὔτε ταύτην ἐπὶ πλέον ὠδύνα τὸ ψεῦδος οὔτε τοὺς λῃστὰς ἔθαλπε · ταχέως γὰρ ἐκ τῆς πληγῆς ἀνήνεγκεν ὁ Ἰώσηπος , καὶ προελθὼν τοὺς μὲν οὐκ εἰς μακρὰν ἐβόα δίκας αὐτῷ δώσειν τοῦ τραύματος , τὸν δὲ δῆμον ἐπὶ πίστιν πάλιν προυκαλεῖτο .
5.547θάρσος δὲ τῷ λαῷ καὶ τοῖς στασιασταῖς ἔκπληξις ἐμπίπτει πρὸς τὴν ὄψιν αὐτοῦ .
5.548
-- -- παρεγίνοντο μὲν γὰρ ἀπὸ τῆς ἐνδείας πεφυσημένοι καὶ ὥσπερ ὑδρωπιῶντες , ἔπειτα ἀθρόως κενοῖς ὑπερεμπιπλάμενοι τοῖς σώμασιν ἐρρήγνυντο πλὴν τῶν διʼ ἐμπειρίαν ταμιευσαμένων τὰς ὀρέξεις καὶ κατʼ ὀλίγον προσθέντων τροφὴν ἀπειθισμένῳ τῷ σώματι φέρειν .
5.550καὶ τοὺς οὕτω δὲ σωζομένους ἑτέρα πληγὴ μετελάμβανε · τῶν γὰρ παρὰ τοῖς Σύροις τις αὐτομόλων φωρᾶται τῶν τῆς γαστρὸς λυμάτων χρυσοῦς ἐκλέγων · καταπίνοντες δέ , ὡς ἔφαμεν , αὐτοὺς προῄεσαν , ἐπειδὴ διηρεύνων πάντας οἱ στασιασταί , καὶ πολὺ πλῆθος ἦν ἐν τῇ πόλει χρυσοῦ · δώδεκα γοῦν Ἀττικῶν ὠνοῦντο πρότερον ἰσχύοντας πέντε καὶ εἴκοσιν .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.542 | Joseph. BJ 5.549 (English) | >>Joseph. BJ 5.554 |